Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ,
- καὶ διάδοχος Μωσῇ ἐν προφητείαις,
- ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
- (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,
- ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
- ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
- ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
- καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις.
- τίς πρότερον αὐτοῦ οὕτως ἔστη;
- τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.
- οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
- καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
- ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
- ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν
- καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος
- ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
- κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
- καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
- (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
- ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
- καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
- καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος,
- αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή,
- ἀντιστῆναι ἔναντι ἐχθροῦ,
- κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
- καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
- καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν [*](26 δοιη U+05D0* (δωη U+05D0c.ᵃ) A | γενεαν U+05D0A XLVI 1 πολεμω XAC | Ναυη] U+05D0AC ο Ν. U+05D0* (ο του Ν. U+05D0c.ᵃ) υιος Ν. A | Μωυση U+05D0 | προφητειας Bedit) | κληρονο- μηση] κατακληρονομηση U+05D0A 2 τω εκκλιναι] τω εκτιναι U+05D0* εν τω εκτειναι U+05D0c.ᵃ (εκτιν.) A | πολις U+05D0* (.λεις U+05D0c.a vid) c.c) 3 προτερος U+05D0A | πολεμους U+05D0c.ᵃ | Κυριος] κυ U+05D0c.ᵃA | απηγαγε | A 4 ανεποδισεν] ενεποδισεν U+05D0* (ανεπ. U+05D0c.ᵃ) ενεποδισθη A 5 υψιστον] pr κν U+05D0 | αυτων] αυτου U+05D0A | om εν 2⁰ U+05D0A 6 αυτων] om U+05D0* αυτου U+05D0c.a A 7 Μωσεως A | αυτος] ουτος U+05D0 | om εχθρου U+05D0* (hab U+05D0c.a))
- ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν,
- εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν,
- εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
742
[*](B)- καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν.
- καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
- ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς.
- καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·
- ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ἰσραὴλ
- ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.
- καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
- ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
- καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου,
- εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
- τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν,
- ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
- ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.
- ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ
- προφήτης Κυρίου κατέστησεν βασιλέα,
- καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
- ἐν νόμῳ Κυρίου ἔκρινεν συναγωγήν,
- καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.
- ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης,
- (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
- καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην,
- ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν,
- ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
- καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος,
- καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ,
- καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
- καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
- καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος
- ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ [*](U+05D0AC)[*](8 εισαγειν A 9 υψος] pr το U+05D0A? (pr του A*) C | κατεσχεν] και την A | 10 ιδωσι U+05D0 | το πορευεσθαι (incep πορι U+05D0* πορευ. U+05D01 c.a)] om το U+05D0 11 εκα- στος U+05D0c.ᵃA] εκαστω BU+05D0* 12 τα οστα] pr και U+05D0 | αντικαταλλασσομενον] αντικαταλλαξοι ξενον U+05D0* (αντικαταλλασσ. U+05D0c.a) 13 αυτου 1⁰] + Σαμουηλ U+05D0AC | βασιλεα] βασιλειαν U+05D0AC 15 πιστει 2⁰] ρημασν U+05D0AC 16 επε- | καλεσα U+05D0* (-σατο U+05D0c.ᵃ) | αυτου εχθρους U+05D0* (εχθρ. αυτου U+05D0c. ᵃ) 17 Κυριος] | pr ο U+05D0 18 Τυρων U+05D0* (-ριων U+05D0c.ᵃ) 19 χριστου] +αυτου U+05D0c.ᵃ)
- Χρήματα καὶ ἕως ὑποδημάτων [*](B)
- ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·Β
- καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
743
- καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν
- καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ,
- καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ
- ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.