Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς,
- καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·
- καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς,
- καὶ εὑρίσκαων χάριν ἔναντι παντὸς ἀνθρώπου.
- Μὴ περὶ τούτων αἰσχυνθῇς,
- καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
- περὶ νόμου Ὑψίστου καὶ διαθήκης,
- καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
- περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων,
- περὶ δόσεως κληρονομίας ἑταίρων,
- περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων,
- περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
- περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων,
- καὶ περὶ παιδείας τέκνων πολλῆς,
- καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
- ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς,
- (7)καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·
- ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ,
- καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ·
- περὶ παιδείας ἀνοήτου καὶ μωροῦ
- καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους,
- καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς
- καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
- θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία,
- καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον·
- ἐν νεότητι αὐτῆς μή ποτε παρακμάσῃ,
- καὶ συνῳκηκυῖα μὴ ποτε μισηθῇ·
- ἐν παρθενείᾳ μὴ ποτε βεβηλωθῇ [*](22 δουναι] + με U+05D0* (improb με U+05D0c.a) XLII 1 om και 2⁰ U+05D0 | om U+05D0AC απο 2⁰U+05D0C | αποκαλυψεως U+05D0 (απολυψ.) AC | αληθινως] και αληθινος U+05D0 | ανου U+05D0* (ανου U+05D0c.a (vid)) | προσωπον] pr τ U+05D0* (improb τ U+05D0¹ postea ras) 2 ασε- βην C 3 κοινωνων U+05D0C | περι 2⁰] pr και Bab (mg) U+05D0C | εταιρων] ετερων U+05D0AC 4 ακριβιας U+05D0C | περι 2⁰] pr και U+05D0AC 5 αδιαφορου] διαφορου U+05D0AC | om και 1° U+05D0AC | εμπορου C | παιδιας U+05D0AC (item 8) | αιμαξαι] εμαξας A 6 κλεισον] κλισσον C* (σ 2⁰ ras C?ᵛⁱᵈ) 7 παραδως U+05D0 | πανια U+05D0AC 8 εσχατογηρους U+05D0 εσχατογηρω AC | κρινομενω AC | δεδοκι- μασμενος Bᵇ (δεδοκισμ. B*) U+05D0c.a] δεδοκιμασμενοι U+05D0* 9 πατρια C | αυτης] αυτου A | συνωκηκυια] + ανδρι U+05D0c.a 10 παρθενια Bᵇ (-νεια B*A) U+05D0C)
- καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται·
- μετὰ ἀνδρὸς οὖσα μή ποτε παραβῇ,
- καὶ συνῳκηκυῖα μὴ ποτε στειρώσῃ.
732
[*](B)- ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν,
- μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς,
- λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ,
- καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν.
- παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει,
- καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
- ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής,
- καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
- κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή,
- καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
- Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου,
- καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι·
- ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.
- ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
- καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
- οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος
- ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ,
- ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ,
- στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
- ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν,
- καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην·
- (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν
- καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,
- ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα,
- καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
- οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
- οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.