Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
- καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.
- χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου,
- καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.
- φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
- καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
- ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως.
- καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.
- χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
- καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.
- χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν,
- καὶ ὑπέρ ἀμφότερα φόβος Κυρίου·
- (27)οὐκ ἔστιν φόβῳ Κυρίου ἐλάττωσις,
- καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
- φόβος Κυρίου ὡς παράδεισος εὐλογίας,
- καὶ ὑπέρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
- τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς·
- κρεῖσσον ἀποθανεῖν ἡ ἐπαιτεῖν.
- ἀὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, [*](ΝΑC)[*](16 αχει] αχι A even in C | χειλους] χιλος A 17 παραδεισον U+05D0* (-σος U+05D0¹c.a) | ελεημοσυνη] pr εν U+05D0* (inprob εν U+05D0c.a) | διαμενει] μενει C 16 αμ- φοτερα ο ευρ.] om ο U+05D0* (hab ο U+05D0c.a) αμφοτερας ευρ. A 20 αγαπήσεις σοφιαν sup ras U+05D0¹ ευρησις σοφ. C 22 ο οφθαλμος σου] οφθαλμος A οφθ. σου E | χλοη C | σπορμου U+05D0* (σπορου U+05D0c.a) 23 εταιρος] ετερος C | μετα] μετ A 24 αδελφοι] pr και B (om και U+05D0c.a) | βοηθεια] β sup litur in B | ρυεται U+05D0AC 25 γυνη] βουλη BᵃᵇΝAC 26 ανυψωσουσιν] ανυ- ψουσιν U+05D0¹c.a (ανουψουσ. Ν*) A | Κυριου 1⁰] θῦ U+05D0* (κυ U+05D0c.a) | φοβω] pr εν ΝAC | Κυριου 2⁰] θυ Ν* (κυ U+05D0c.a) | επιζητησοι εν αυτω βοηθειαν] εν αυτω ζητησαι β. C 27 πασον] αμφοτερα C | εκαλυψεν U+05D0A 28 κρεισσον (-σσων B)] +γαρ U+05D0c.a 29 βλεπων] incep τρ U+05D0* (improb τρ U+05D0¹ postea ras))
- οὐκ ἔστιν αὐτοῦ ὁ βἰος ἐν λογισμῷ ζωῆς, [*](B)
- ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις·
- (31)ἀνήρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
729
- ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις,
- καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.