Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Ὁ συντηρῶν νόμον πλεονάζει συμφοράς,
- θυσιάζων σαοτηρίου ὁ προσέχων ἐντολαῖς·
- ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν,
- καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
- εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας,
- καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
- μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός,
- πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
- προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον,
- καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Γψἰστου
- θυσία ἀνδρὸς δικαίου δεκτή,
- καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
- ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον,
- καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·
- ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου,
- καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
- δὸς Γψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ,
- καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθʼ εὕρεμα χειρός·
- ὅτι Κύριος ἀνταποδιδοὺς ἐστιν,
- καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι.
- μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται
- καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ,
- ὅτι Κύριος κριτής ἐστιν,
- καὶ οὐκ ἔστιν παρʼ αὐτῷ δόξα προσώπου.
- οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοί,
- καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
- οὐ μὴ ὑπερίδῃ ἱκετἰαν ὀρφανοῦ,
- καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.
- οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει,
- καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
- θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
- καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·