Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί,
- καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
- ὁὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον,
- οὕτως ὁ ἐπέχων ἐνυπνίοις·
- τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων,
- κατέναντι προσώπου ἁμοίαομα προσώπου.
- ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται;
- καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσεις
- μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν,
- (6)καὶ ὡς ὠδινούσης φαντάζεται καρδία
- ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ,
- μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
- πολλοὺς ἐπλάνησεν τὰ ἐνύπνια,
- καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.
- ἄνευ ψεύδους συντελεσθήσεται νόμος,
- καὶ σοφία στόματι πιστῷ τελείωσις.
- Ἀνήρ πεπαιδευμένος ἔγνω πολλά,
- καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
- ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,
- δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
- πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου,
- καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·
- πλεονάκις ἕως θανάτου ἐκινδύνευσα,
- καὶ διεσώθην τούτων χάριν.
- πνεῖμα φοβουμένων Κύριον ζήσεται,
714
[*](B)- ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·
- ό φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται,
- καὶ οὐ μὴ δειλιάσει, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
- φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·
- τίνι ἐπέχεις καὶ τίς ἀντιστήριγμα αὐτοῦ
- οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,
- ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος,
- σκέπη ἀπὸ καύσαωνος καὶ σκέπη ἀπὸ μεσημβρίας,
- (20)φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος·
- ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς,
- ἴασιν διδοὺς ζωὴν καὶ εὐλογίαν.