Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
- ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
- ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
- ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
- ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
- καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
- ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,
- σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
711
- τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, [*](B)
- καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
- ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος,
- ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
- διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει,
- καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;
- ἐν γνώσει Κυρίου διεχωρίσθησαν,
- καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·
- ἀπʼ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν,
- καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
- καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους,
- καὶ ἐκ γῆς ἐκτἰσθη Ἀδάμ·
- ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς,
- καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·
- ἐξ αὐτῶν εὺλόγησεν καὶ ἀνύψωσεν,
- καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγισεν·
- ἀπʼ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν,
- καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
- ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ,
- (14)πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ·
- οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς,
- ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
- ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν,
- καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή·
- οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός.
- καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου,
- δύο δύο, ἕν κατέναντι τοῦ ἑνός.
- a Κἀγὼ ἔσχατος ἠγρύπνησα,
- §²⁵ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· [*](§C)
- (17)ἐν εὐλογίᾳ Κυρίου ἔφθασα,
- καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν.
712
[*](B)- κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
- ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν.
- ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ,
- καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐναοτίσασθε.
- υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ
- μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου·
- καὶ μὴ δῷς ἑτέρῳ τὰ χρῆματά σου,
- ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.