Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος
- ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
- ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος,
- καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
- ἔστιν πονηρευόμενος συνκεκυφὼς μελανίᾳ,
- καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·
- συνκύφων πρόσωπον καὶ ἑτεροκαωφῶν,
- ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε·
- καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν,
- ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.
- ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ,
- καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
- στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου
- ἀναγγέλλει τὰ περὶ αὐτοῦ.