Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ φοβούμενος Κύριον ποιήσει αὐτό,
- καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
- καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ,
- καὶ ὡς γυνὴ παρθενείας προσδέξεται αὐτόν·
- ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως,
- καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
- στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ,
- (4)καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
- καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ,
- (5)καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·
- εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος
- καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.
- οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,
- καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
- μακράν ἐστιν ὑπερηφανίας,
- (8)καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
- Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,
- (10)ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη·
- ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος,
- καὶ ὁ κύριος εὐοδώσει αὐτόν.
- μὴ εἴπῃς ὅτι Διὰ Κύριον ἀπέστην·
- ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.
- μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν·
- οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
- πᾶν βδέλυγμα ἐμίσησεν Κύριος.
- καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
674
[*](B)- αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον,
- καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
- ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς,
- καὶ πίστιν ποίησαι εὐδοκίας.
- παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ,
- οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·
- ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,
- καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
- ὅτι πολλὴ σοφία τοῦ κυρίου·
- ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
- καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,
- καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
- καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν,
- καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.