Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή· μὴ στερήσης αὐτὸν ἐλευθερίας. κτήνη σοί ἐστιν;

ἐπισκέπτου αὐτά, καὶ εἰ ἐστί σοι χρήσιμα, ἐμμενέτω σοι·

τέκνα σοί ἐστι; παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος [*](2 Cod. ἑκκλίνει)

10
τὸν τράχηλον αὐτῶν. θυγατέρες σοί εἰσι;

πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἰλαρύνῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.

ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. γυνή σοι ἐστὶ κατὰ ψυχήν ;

μὴ ἐκβάλῃς αὐτήν. μισουμένη δὲ μὴ ἐκδῷς σεαυτόν.

ἐν ὄλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.

μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις [*](152 2) αὐτοῖς καθὼς αὐτοὶ σοί;

ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε·

ἐν ὅλη δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.

φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι, ἀπ’ ἀρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.

καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ

ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.

μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον.

μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.

ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.