Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου.

καὶ ἐν τοῖς ἀγαθοῖς σου ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·

ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ· καὶ ἀπὸ προσώπου σου κρυβήσεται.

ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.

φίλος πιστὸς σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θη- [*](5 Cod. πληθύνει)

8
σαῦρόν.

φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.

φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι τὸν κύριον εὑρήσουσιν αὐτόν.

ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ’ αὐτὸν οὕτως καὶ οἱ πλησίον αὐτοῦ.

τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑ ῥήσεις σοφίαν·

καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. ἐν γὰρ τῆ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι ἀπὸ τῶν γενημάτων αὐτῆς.

ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος.