Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ.

ἴασις πάντων κατὰ σπουδὴν ὀμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.

λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσος, καὶ ἐφύτευσεν ἐν αὐτῇ

νήσους. οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·

καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κρίσις κητῶν.

καὶ δι’ αὐτὸν εὐοδοῖ ὁ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα.

πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλειαν λόγων αὐτός ἐστι τὸ πᾶν. δοξάζοντες ποῦ ἰσχύσομεν ;

60
αὐτὸς γὰρ μέγας πάρα πάντα τὰ ἔργα αὐτοῦ.

φοβερὸς Κύριος καὶ μέγας σφόδρα, καὶ θαυμαστὴ ἡ δυναστείααὐτοῦ.

δοξάζοντες Κύριον ὑψώσατε καθ’ ὅσον [*](184 1) δύνασθε, ὑπερέξει γὰρ καὶ ἔτι·

καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται;

κοὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι;

πολλὰ ἀπόκρυφα ἐστὶ μείζονα τούτων, ὀλίγα ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.

πάντα γὰρ ἐποίησεν ὁ κύριος, ὁ κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.