Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τῷ φοβουμένῳ τὸν κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξαιρεῖται αὐτὸν·

ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πολλῶν.

ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.

ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,

48
σύνδησον παιδείαν καὶ τότε ἀποκρίθητι.

τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.

ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετιεῖ.

διατί ἡμέρα ὑπερέχει ἡμέρας ; καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου·

ἐν γνώσει κυρίου διεχωρίσθησαν , καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς·

καὶ ἀπ’ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.

καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ·

ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν [*](176 2) αὐτούς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν·

ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε, καὶ ἀνέτρεψεν αὐτοὺς ἀπὸ στάσεων αὐτῶν.

ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωπος ἐν χειρὶ τοῦ ποιήσαντος αὐτόν, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.

ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι τοῦ ἁμαρτωλοῦ ὁ εὐσεβής, καὶ οὕτως ἀπέναντι ἀνδρὸς εὐσεβοῦς ὁ ἁμαρτωλός.

καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.

κἀγὼ ἔσχατος ἠγρύπνησα καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ’ ἀρχῆς.

ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ’ ὀνόματί σου, καὶ ᾿Ισραὴλ ὃν πρωτόγονον ὠνόμασας.

οἴκτειρον πόλιν ἁγιάσματός σου, ῾Ιερουσαλήμ, τόπον καταπαύσεως σου.

πλῆσον Σιῶν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.

δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφήτας ἐπ’ ὀνόματί σου·