Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.

εὐφροσύνη καρδίας αὐτὴ ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.

42

ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου, [*](172 2) καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσε καὶ ἀπέκτεινεν ἡ λύπη.

ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.

ὡς καλαμώμενος ὀπίσω τρυγητῶν ἐν εὐλογίᾳ κυρίου ἔφθασα, καὶ ὡς τρυγῶν ἔπλησα ληνόν.

κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν.

ἀκούσατε, μεγιστᾶνες, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε.

ὑιῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σεαυτῷ ἐν ζωῇ σου·

καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου,ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.

ἕως ἔτι ζῆς καὶ ἔστι πνοὴ ἐν σοὶ μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.

ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, καὶ μὴ δῷς μῶμον ἐν τῆ δόξῃ σου.

ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.

Περὶ δούλων.

χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργα οἰκέτῃ.

ἔργασαι ἐν παιδείᾳ, καὶ ζητήσει ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.

ζυγὸς καὶ ἱμὰς κάμπτουσι τράχηλον, καὶ οἰκέτῃ κακοῦ στρέβλαι στρέβλαι καὶ βάσανοι·

ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.

εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, καὶ ἐὰν μὴ πειθαρχῇ,

βάρυνον τὰς πέδας αὐτοῦ.

καὶ μὴ περισσεύσῃς πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσης μηδέν.

εἰ ἔστι σοι οἰκέτης, ἔστω σοι ὡς ἡ ψυχή σου, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν·

[*](173 1)

εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῶ.

ἐὰν κακώσῃς αὐτὸν ἀδίκως καὶ ἀπάρας ἀποδράσει, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;