Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ φοβούμενος τὸν κύριον ποιήσει αὐτά, καὶ ὁ ἐγκρατὴς γνώσεως εὑρήσει αὐτήν·

καὶ ὡς μήτηρ ὑπαντήσει αὐτῷ, καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·

ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτιεῖ αὐτόν·

στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·

καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·

εὐφροσύνην καὶ στέφανον ἀγαλλιά- ματος εὑρήσει· καὶ ὄνομα αἰῶνος κατακληρονομήσει αὐτόν.

καὶ οὐ μὴ καταλήψωνται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·

μακράν ἐστιν ἀπὸ ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.

οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη αὐτῷ·

ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν.

μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.

μὴ εἴπῃς· αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.

πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.

αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.

[*](158 2)

ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, καὶ πίστιν ποιῆσαι εὐδοκίας.

παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἔκτεινον τὴν χεῖρά σου·

ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.

ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· καὶ ἰσχυρὸς ἐν δυναστεία καὶ βλέπων τὰ πάντα·

καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·

οὐκ ἐνετείλατο ἀσεβεῖν

  • οὐδενί,
  • καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.