Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐὰν εὖ ποιῇς, γνῶθι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.

εὖ ποίησον εὐσεβῆ, καὶ εὑρήσεις ἀνταπόδομα· καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.

οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνης μὴ χαριζομένῳ.

δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ [*](156 1) ἁμαρτωλοῦ.

εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους σου καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσει σοι ἐν πᾶσιν ἀγαθοῖς οἷς ἃν ποιῆς αὐτῷ.

ὅτι καὶ ὁ ὕψιστος ἑ μίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν·

φυλάσσει δὲ αὐτοὺς εἰς ἡμέραν ἐκδικήσεως αὐτῶν κραταιάν.

δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ ἁμαρτωλοῦ.

οὐκ ἐκβληθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.

ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν [*](21 Cod. διατάχους 3 Cod. χωριζομένῳ)

16
λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.

μὴ πιστεύσης τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ.

καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε.

μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μήποτε ποτε καταστρέψας σε στῆ ἐπὶ τὸν τόπον σου·

μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου λαβεῖν, καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.

τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον· καὶ πάντας τοὺς προσάγοντας θηρίοις;

οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.

ὥραν μετά σου διαμενεῖ ἐν στάσει δικαίᾳ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.

καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀναστρέψαι σε εἰς βόθρον·

ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει, καὶ ἐὰν εὕρῃ καιρὸν οὐκ ἐμ. πλησθήσεται ἀφ’ αἵματος· κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερόν σου ἐκεῖ, καὶ ὡς ἄνθρωπος βοηθῶν [*](156 2) ὑποσχάσει πτέρναν σου·

τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσί, καὶ πολλὰ διαψιθυριεῖ καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.