Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς [*](7 Cod. πρινὴ 20 Cod. αὐτῷ)

15
Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.

εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.

μὴ εἴπῃς· τίς ἐστί μου χρεία ἀρεσκείας, καὶ τίνι ἀπὸ τοῦ νῦν ἔσται μοι τὰ ἀγαθά;

μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι καὶ πολλά μοι ἃ ἔχω, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ἐν ζωῇ;

ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·

ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰ ἔργα αὐτοῦ.

κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ συντέλειαν ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.

πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.

μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ διαβόλου.

πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ· οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς κατάσκοπος ἐπιβὰς ἐπὶ πτῶσιν.

τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, καὶ ἐν τοῖς αἱρετικοῖς ἐπιθήσει μῶμον.

ἀπὸ σπινθῆρος μικρᾶς πληθύνεται ἀνθρακία, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.

πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταί- νεται, μήποτε δῷ σοι μῶμον εἰς τὸν αἰῶνα.

ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχῇ· καὶ ἀπαλλοτριώσει σε ἐκ τῶν ἰδίων σου.