Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

Πᾶσα σοφία παρὰ κυρίου, καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.

[*](147 1)

ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;

ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;

προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.

πηγὴ σοφίας λόγος θεοῦ ἐν ὑψίστοις· καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι.

ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;

καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;

εἷς ἐστι σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.

κύριος αὐτὸς ἔκτισεν αὐτήν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,

μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.

φόβος κυρίου δόξα καὶ καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.

φόβος κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.

τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.

ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·

μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

2

πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·

πάντα τὸν οἶκον αὐτῶν ἐνέπλησεν ἐπιθυμημάτων αὐτῆς, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.

ἀμφότερα δέ ἐστι δῶρα θεοῦ εἰς εἰρήνην.

στέφανος σοφίας φοβεῖσθαι τὸν κύριον, ἀναθάλλων εἰρήνην [*](147 2) καὶ ὑγίειαν ἰάσεως. πλατύνει δὲ καύχησιν τοῖς ἀγαπῶσιν αὐτόν·

ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρισεν ἡ σοφία, καὶ δόξαν κρατούντων αὐτὴν ἀνύψωσε.

ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. φόβος κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέφει ὀργήν·