Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
  2. τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
  1. τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ,
  2. καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
  3. ἀλλὰ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω
  4. καὶ θήσω εἰς τὸ ἐμφανές τὴν γνῶσιν αὐτῆς,
  5. καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·
  1. οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσαα,
  2. ὅτι οὗτος οὐ κοινανήσει σοφίᾳ.
  1. πλῆθος δὲ σοφῶν σαντηρία κόσμου,
  2. καὶ βασιλεὺς φρόνιμος εὐσταθίᾳ δήμου.
  1. ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.