Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι·
  2. διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
  1. ὑπειληφότες γὰρ καταδυναστεύεια ἔθνος ἅγιον ἄνομοι.
  2. δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς
  3. κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας
  4. ἕκειντο.
  1. λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν,
  2. ἀφεγγεῖ λήθης παρακαλύμματι
  3. ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς
  4. καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι·
  1. οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν,
  2. ἦχοι δʼ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν,
  3. καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
  1. καὶ πυρὸς μέν οὐδεμία βία κατίσχυεν φωτίζειν,
  2. οὔτε ἄστρων ἔκλαμπροι φλόγες
  3. [*](U+05D0AC)[*](25 δεομενων] + σου U+05D0c.ᵃ 26 μαθουσιν C | γενεσις U+05D0AC | καρπων] ανων A | ανθρωπον] pr τον U+05D0c.ᵃ 27 μη φθειρομενων] διαφθειρομενων U+05D0* μη διαφθ. U+05D0c.ᵃ 28 ην] η U+05D0A | δει φθανειν] διαφθανιν U+05D0* (improb α 1° U+05D0c.ᵃ) δει φθανειν AC | επ] επι U+05D0 | om και C | προς ανατολην φωτος] προ ανατολης του φ. U+05D0c.ᵃ 29 χειμεριος Bᵃᵇ (χιμ. B* )] χειμερινη U+05D0Α (χιμ.) X VII 1 κρι- σις U+05D0* (-σεις U+05D0c.c) A 2 επειληφοτες C | ανομον U+05D0* (-μοι U+05D0c.ᵃ, c.c) | δε. σμιοις U+05D0* (-μιοι U+05D0c.ᵃ) | πεδῆlται B 3 ληθη C | εσκορπισθησαν] διεσκορπι- σθησαν U+05D0 εσκοτισθησαν AC | ινδαλμασιν] adnot φαντασμασν Bᵃ ᵐᵍ 4 μυ- χος] adnot ενδοτερον σκοτος Bᵃ mg μοιχος U+05D0* (μυχ. U+05D0c.ᵃ) μυθος A | μυχοσσαφ. Ψ | αφοβους AC | διεφυλαττεν AC | δ εκταρασσοντες] δε καταρασσοντες Bᵃᵇ AC δε ταρασσοντες U+05D0 | κατειφη U+05D0* (κατηφ. U+05D0c.ᵃ) 5 κατισχυε U+05D0 | φωτιζειν] φωτεν C | ουτε] + πυρογενις U+05D0c.ᵃ (νεις U+05D0c.c))
    637
  4. καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
[*](B)
  1. διεφαίνετο δʼ αὐτοῖς μόνον
  2. αὐτομάτη πυρὰ φόβου πλήρης.
  3. ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως
  4. ἡγοῦυτο χείραω τὰ βλεπόμενα.
  1. μαγικῆς δέ ἐμπαίγματα κατέκειτο τέχνης,
  2. καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονίας ἔλεγχος ἐφύβριστος·
  1. οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς
  2. νοσούσης,
  3. οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
  1. καὶ γὰρ εἰ μηδέν αὐτοὺς ταραχῶδες ἐφόβει,
  2. κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι,
  1. διώλλυντο ἔντρομοι
  2. καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
  1. δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικ
  2. ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει.
  1. οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ
  2. βοηθημάτων·
  1. ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία
  2. πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βά-
  3. σανον αἰτίας.
  1. οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα
  2. καὶ ἐξ ἀδυνάτου ἄδου μυχῶν ἐπελθοῦσαν
  1. τὸν αὐτὸν ὕπνον κοιμώμενοι,
  2. τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων,
  3. τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ·
  4. αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.
[*](5 καταυγαζειν Bᵃᵇ U+05D0c.ᵃ AC] καταγαζεν B* καταγαυζειν U+05D0* | υπεμενον] U+05D0AC επεμενον C 6 δ] δε U+05D0¹ | πληρεις U+05D0 | εκδειματουμενοι] superscr εκφοβου- μενοι Bᵃ εκδειμαντουμενοι C | δε] τε U+05D0* (δε U+05D0c.ᵃ) A μεν C | της] τε incep U+05D0* (της U+05D0¹) | om μη A 7 κατεκειτο] κατεκιντο AC | επι] επιφερομενης U+05D0* (επι U+05D0c.ᵃ) | αλαζονιας ( -νειας Bᵃᵇ)] αλᾶζονια U+05D0* ( -νιας U+05D0c.ᵃ) 8 δειματα] διγματα C | ταραχας] καταρχας U+05D0* (ταρ. U+05D0c.ᵃ) | ευλοβιαν U+05D0* (ευλαβ. U+05D0c.ᵃ) 9 τα- ραχωδες] τερατωδες U+05D0* | συρισμοις U+05D0* (συριγμ. U+05D0c.ᵃ) ΑC | εκσεσοβημενοι] εκπεφοβημενοι A 10 εντρομοι] εν τρομω C | τον] το U+05D0* (τον U+05D0c.ᵃ) | αφευκτον U+05D0* (φευκτ. U+05D01c.ᵃ) 11 om γαρ C | πονηρια] ιδιω U+05D0c.ᵃ | μαρτυρει ( -ρι U+05D0Α)] μαρτυρια C | προσειληφεν] προειληφεν U+05D0c.ᵃ 12 συθεν] ουδεν U+05D0A *(ουδε A?ᵛⁱᵈ) C | προδοσια] προσδοκια U+05D0 13 ηττων] ... των C (non ηττων) | η προσδοκια] om η C | λογιζεται] αναλογιζεται U+05D0 | την αγνοιαν] om την U+05D0 15 ηλαυνετο U+05D0* (-νοντο U+05D0c.ᵃ) | φοβος] pr ε U+05D0* (improb ε U+05D0¹) | επηλθεν] επε- χυθη U+05D0)
638
[*](Β)
  1. εἶθ᾿ οὕτως, ὃς δή ποτʼ οὖν ἦν ἐκεῖ καταπίπτων,
  2. ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
  1. εἴ τε γὰρ γεαοργὸς ἦν τις ἡ ποιμὴν
  2. ἢ τῶν κατʼ ἐρημίαν ἐργάτης μόχθων,
  3. προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην.
  1. μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν.
  2. εἴ τε πνεῦμα συρίζον,
  3. [*](¶ C)
  4. ἡ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελής, ¶
  5. ἢ ῥυθμὸς ὕδατος πορευομένου βία,
  1. *ἢ κτύπος ἀπηνὴς καταριπτομένων πετρῶυ,
  2. ἡ σκιρτώνταον ζῴων δρόμος ἀθεώρητος,
  3. ἡ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνή,
  4. ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ,
  5. παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα.
  1. ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτί,
  2. καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·