Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.
  1. διὸ τοὺς παραπίπτοντας κατʼ ὀλίγον ἐλέγχεις,
  2. καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς,
  3. ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, Κύριε.
  1. Καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς
  1. μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν
  2. καὶ τελετὰς ἀνοσίους,
  1. τέκνων τε φονέας ἀνελεήμονας,
  2. καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοίναν καὶ αἵματος,
  3. [*](U+05D0AC)[*](18 βρομον U+05D0AC | λιχμωμενους A | πινθηρας U+05D0* (σπ. U+05D0c.a) 19 εδυναι A | συνεκτριψαι] εκτριψαι U+05D0c.aAC 20 ενι] pr εν C | om δικης U+05D0* (ha U+05D0c.a) | om σου C | om και σταθμω 21 σοι παρεστν BᵃU+05D0AC | σου τις ουθεις C 22 πλαστιγγων] παστ. B* (πλ Bᵃᵇ) πλαστιγων U+05D0 | εναντιον κατενα|τιον C | ορθινη C | γην] γης U+05D0c.a C 24 ουδενα A 25 δε] γα C | εμεινεν] διεμεινεν U+05D0C | αν τι]| pr εν (? εναντι) U+05D0* improb εν U+05D0? αν τις C κληθεν] κλη[θη]ναι Cvid 26 εστιν] + παντα ACvid XII 1 πασιν απασο| U+05D0 2 υπομνησκων C | κακιας] + αωτου (imbrob αυτου U+05D0c.a) πιστευσωσιν] om U+05D0* (hab U+05D0c.a) πιστευσωμεν A 3 παλαιους] παλαι U+05D0 4 φαρμακιων U+05D0 φαρμακιας C | ανοσιων C 5 φρονεας C | σαρκων] σαρκο C | και αιματος c seqq coniung U+05D0)
    625
  4. ἐκ μέσου μύστας θιάσου,
[*](B)
  1. καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων,
  2. ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
  1. ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
  2. ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
  1. ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω,
  2. ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
  3. ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν·
  1. οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
  2. ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
  1. κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶ ¶C
  2. οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
  3. καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
  4. καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
  1. σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
  2. οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
  1. τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
  2. τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
  3. ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
  4. θρώπων;
  1. οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
  2. ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·
  1. οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν
  2. ἐκόλασας.
  1. δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις,
  2. αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι
  3. ἀλλότριον ἡυούμενος τῆς σῆς δυνάμεως.
  1. ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
  2. καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ
[*](5 εκ μεσου] ἐκ μύσου Ba εμμεσω C | μυστας θιασου U+05D0c.a A (θειασου)] U+05D0AC μυστα θειασου B* μύστας τε θείας σου Ba mg inf vid μυστα θιασου U+05D0* μυστα θιασου C 6 αυθεντας] λυθεντας C | εβουληθης] εαν βουληθης U+05D0* (εβουλ. U+05D0c.a) 7 ινα] κατα U+05D0* (ινα U+05D0c.a) | αξια C | om η U+05D0* (hab U+05D0c.a) | πασων] παντων U+05D0c.a 8 τους στρατοπεδους BU+05D0 | εξολοθρευσωσιν BᵇU+05D0 9 δου- ναι]) διδοναι U+05D0 10 κρινων] κεινων U+05D0* (κριν. U+05D0c.a) | δε] γαρ U+05D0* (δε U+05D0c.a) | om οτι 2° U+05D0* (hab U+05D0c.a) 11 κεκατηραμενον U+05D0 12 ενκαλεσει U+05D0 εγκαλεσαι A | ελευσεται σοι U+05D0 13 δειξης] ς ras U+05D0c.a rursus inst U+05D0c.a 15 τα παντα δικαιως U+05D0* (δικ. τα παντα U+05D0c.a) | οφειλοντα (οφιλ. U+05D0Α) κο- λασθηναι (pr λ U+05D0* improb U+05D0¹ postea ras)] τα κολα sup ras Aa | ηγουμενον U+05D0* (-νος U+05D0c.a) 16 φειδεσθαι] +σε U+05D0c.aA)
626
[*](B)
  1. ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι,
  2. καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις·
  1. σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις.
  2. καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς·
  3. πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.
  1. ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων,
  2. ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθραωπον·
  3. καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου,
  4. ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
  1. εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ
  2. μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως,
  3. δοὺς χρόνους καὶ τόπον δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,