Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστίν σοι πάντοτε,
  2. καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;
  1. ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου,
  2. καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.
  1. ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι,
  2. καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
  1. ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν
  2. ἐποησας,
  3. οὐδέ γὰρ ἂν μισῶν τι κατεσκεύασας.
  1. πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας,
  2. ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;
  1. φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, Δέσποτα φιλόψυχε.