Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Αὕτη πρωτόπλαστον πατέρα κόσμου
  2. μόνον κτισθέντα διεφύλαξεν,
  3. καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου,
  1. ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
  1. ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ
  2. ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·
  1. δι ὃν κατακλυζομένην γῆν πάλιν διέσωσεν σοφία,
  2. δι εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
[*](U+05D0AC)[*](10 εστι A 11 οιδεν U+05D0c.aAC | om εν 1⁰ C | πραξεσιν U+05D0A | αυτης] εαυτης U+05D0* (αυτ.U+05D0c.a) ᵃ) 12 μου 1°] αυτου U+05D0* (μ. U+05D01) | δικαιως] σωφρονως C | θρονων] θρονου U+05D0* (-νων U+05D0c. ᵃ) 14 επισφαλεις BU+05D0c.aΑA ( λις U+05D0*C)] pr αι U+05D0 (imaprob αι U+05D01) 15 γαιωδες A 16 μολις] μογις U+05D0A | χερσιν] ποσιν U+05D0 | εξιχνιασε C 17 συ εδωκας] συνεδωκας C | απο υψιστων] απο υψηλω U+05D0* (απο υψιστ. U+05D0c.a) αφ υψους C 18 διορθωθησαν U+05D0C | των επι γης] τ. εθνων επι της γ. C | και 2°] κε A | αριστα C | σοφια] + σου U+05D0 X 1 διεφυλαξε C 2 τε] δε C | απαντων] παντων U+05D0AC pr απο U+05D0c.a) ᵃ 4 δι ον] διο U+05D0* (δι ον U+05D0c.a) C | διεσωσεν] εσωσεν U+05D0AC | om δι 2⁰ C)
621
  1. αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων
  2. [*](B)
  3. εὗρεν τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ,
  4. καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
  1. αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο
  2. φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
  1. ἧς ἔτι μαρτύριον τῆς πονηρίας
  2. καπνιζομένη καθέστηκε χέρσος,
  3. καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά,
  4. ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
  1. σοφίαν γὰρ παροδεύσαντες
  2. οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά,
  3. ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιηον τῷ βίῳ μνημόσυνον,
  4. ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν.
  1. σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
  1. αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον
  2. ὡδήγησεν ἐν τρίβοις εὐθείαις·
  3. ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ,
  4. καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων·
  5. εὐπόρησεν αὐτὸν ἐν μόχθοις,
  6. καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ·
  1. ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη,
  2. καὶ ἐπλούτισεν αὐτόν·
  1. δεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν,
  2. καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο,
  3. καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ,
  4. ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
  1. αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν,
  2. ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
  1. συνκατέβη αὐτῷ εἰς λάκκον.
  2. καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν,
  3. [*](5 ευρεν] εγνω U+05D0AC | θεω] pr τω C | τεκνουσσπλ. U+05D0* (ras σ 1⁰ U+05D0?) A U+05D0AC 6 ερυσατο C | φευγοντα U+05D0* (φυγ. U+05D0c.a) | καταβασιον πυρ U+05D0AC 7 ης ετι η εστι C | καθεστηκεν C | εστηκυιη U+05D0* (-α U+05D0c.a) εστηκυιας A 8 απελειπο) A | μνημοσυνον] μνημην U+05D0* (-μοσυνον U+05D0c.a) 9 θεραπευοντας U+05D0* (-σαντας U+05D0c.a) AC | ερυσατο C 10 αυτη] + και C | αγιων] ανων C | πονους] κοπους U+05D0A 11 αυτον 2⁰] +εν μοχθοις C 12 διεφυλαξεν] και εφυλ. U+05D0 | παντος] παντως U+05D0* παντων U+05D0c.a | ευσεβεια] pr η A 13 εγκατελειπεν A ενκατελιπεν C | αλλα] αλλ U+05D0 | ερυσατο U+05D0C 14 συγκατεβη BᵃᵇA)
    622
    [*](Β)
  4. ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας
  5. καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ·
  6. ψευδεῖς τε ἔδεξεν τοὺς μωμησαμένους αὐτόν,
  7. καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
  1. αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους
  2. θλβόντων.
  1. εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου,
  2. καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ὀν τέρασι καὶ σημείοις.
  1. ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν,
  2. ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ,
  3. καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας
  4. καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
  1. διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθράν,
  2. καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·
  1. τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν,
  2. καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
  1. διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς,
  2. καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου,
  3. τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·