Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων,
  2. λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·
  1. οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
  1. ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι.
  2. ὁ γὰρ κύριος πάντας ἐφορᾷ,
  1. ὁ καταλαμβάνων ἀνεξιχνίαστα,
  2. ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
  1. ὁ γνωρίζων αὐτῶν τὰ ἔργα,
  2. καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.
  1. ἔσβεσεν δὲ ἀσεβεῖς,
  2. ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·
[*](U+05D0AC)[*](12 κρισιν] το δικαιον A 13 ος] ο U+05D0* (ος c.a) | ποιων] ποιησας A | ου- ρανον] ουνουν C | εποντα] οντα ] εν αυτη C 14 σονεχειν] συσχειν U+05D0c.a Cᵃ κατασχειν] κατεσχεν U+05D0* (κατασχ. U+05D0c.a ) 15 πας δε βροτος] βρ. δε A πας γαρ βρ. C | om και U+05D0* (hab κ U+05D0c.a) 16 ταυτα] + Iὼβ A 17 ιδε] ει δε B (εἰ δὲ Bᵇ) A | συ] σοι A | τον μισουντα] pr ουκ οιει A | ανομα] pr τα A | αιωνιον] +ειναι A 18 ασεβεστατε τοις αρχ.] ασεβεστατοις αρχ. U+05D0* ασεβεστατος τοις αρχ. U+05D0c.a ασεβεστατοι τοις αρχ. A 19 επαισχυνθη] αισχυνθη A | ουδε οιδεν] ουκ εδωκεν δε A | αδροις] ανδρῶ) A | θαυμασθηναι] pr του A | προσωπα] προσωπον U+05D0 τα προσωπα A 20 ανδρος] αυτοις C παρανομως] ανομοις A | εκκλινομενων] εκκλιομενων U+05D0 εκκλιομενοις A | αδυνα- των] και αδυνατοις A 21 δε] γαρ U+05D0 22 εσται] εστιν U+05D0c.aC 23 παν- τας] πανια U+05D0c.cC τα παντα A 25 ο γνωριζων] om ο A | ταπεινωθη- σονται AC 26 om δε 1⁰ C | ορατοι δε] και ορατοι A | εναντιον] pr εγενοντο A | αυτου] των εκθρω| A)
585
  1. δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν.
  1. τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων.
  2. καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
  1. καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεταις
  2. καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν;
  3. καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·
  1. βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
  1. ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ
  1. ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι
  2. εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
  1. μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν,
  2. ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ·
  3. καὶ τί ἔγνως λάλησον.
  1. διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα,
  2. ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
  1. Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν
  2. ἐπιστήμῃ.
  1. οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ,
  2. μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
  1. ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν,
  2. ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα
  3. ἐναντίον τοῦ κυρίου.