Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. νυνὶ δὲ κατεγέλασάν μου·
  2. ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει,¶
  3. [*](¶C)
  4. ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν,
  5. οὓς οὐχ ἠγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
  1. καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ;
  2. ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.
  1. ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος.
  2. οἱ φεύγοντες ἄνυδρον ἐχθές συνοχὴν καὶ ταλαιπωρίαν·
  1. οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι,
  2. οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα·
  3. ἄτιμοι δέ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ.
  1. ἐπανέστησάν μοι κλέπται,
  1. ὧν οἱ οἶκοι αὐτῶν ἤσαν τρῶγλαι
  2. πετρῶν·
  1. ἀνὰ μέσον εὐήχων βοήσονται
  2. οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο·
  1. ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα.
  2. [*](21 εμου ακουσαντες] πρεσβυτεροι ακ. μου A εμου ακ. πρ.σ..τ.... C (πρεσβ. U+05D0AC sup ras Cᵃ) | εμη] εμου C 22 επι] + δε AC | περιχαρεις δε] και περιχ. A | οποταν] οποτε A 23 τον υετον] om τον A | ουτοι ουτως C | λαλιαν] + προσεδεχοντο A 24 εαν γελασω] ει εγελων A | ου μη πιστευσωσιν] ουκ πιστευε| Avid 25 βαλευς U+05D0* (βασιλευς U+05D0c.c) | παθεινους (παθιν. U+05D0* ποθιν. U+05D0c.ᵃ παθην. C)] συνπαθεις A | παρακαλων B*ᵇU+05D0* (pr κ U+05D0* improb U+05D0¹) A] ταρεκαλουν BᵃᵇU+05D0c.ᵃ επαρεκαλουν C XXX 1 νυνι δε] νυν ϊδε U+05D0vid (item 9) υν δε Cvid | ελαχιστοι c praec coniung A | νυν νουθετουσ rescr A¹ | εξου- Βενων U+05D0A | αξιους] + ειναι A | κυνων] κοινων A 2 συντελια U+05D0 3 λιμων A | χθες Bᵇ 4 αλιμα 1°] αλιμμα U+05D0A | οιτινες] ων A | αλιμα 2°] αλειμα U+05D0* αλειμμα U+05D0c.ᵃ αλιμμα A | δε] τε A | om παντος A | αγαθου] + οι και ριζας υλων εμασωντο υπο λιμου (λειμ. U+05D0) μεγαλου Bᵃᵇ ᵐᵍ inf U+05D0A 6 ησαν ρωγλαι] om ησαν U+05D0* (hab U+05D0c.c) ως τρ. U+05D0c.ᵃ | πετρων] pr των A)
    574
    [*](B)
  3. καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.
  1. νυνὶ δὲ κιθάρα ἐγὼ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν·
  1. ἐβδελύξαντο δέ με ἀποστάντες μακράν,
  2. ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.
  1. ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με,
  2. καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν.
  1. ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν,
  2. πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπʼ ἐμέ τρίβους ἀπωλείας
  3. αὐτῶν.
  1. ἐξετρίβησαν τρίβοι μου,
  2. ἐξέδυσαν γάρ μου τὴν στολήν·
  1. βέλεσιν αὐτοῦ κατηκόντισέν με,
  2. κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι.
  1. ἐπιστρέφονταί μου αἱ ὀδύναι,
  2. ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα,
  3. καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
  1. καὶ νῦν ἐπʼ ἐμέ ἐκχυθήσεται ἡ ψυχὴ μου.
  2. ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·
  1. νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται,
  2. τὰ δὲ νεῦρά μου διαλέλυται.
  1. ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς,
  2. ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.
  1. ἥγησαι δέ με ἴσα πηλῷ,
  2. ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·
  1. κέκραγα δέ πρὸς σέ καὶ οὐκ ἀκούεις μου,
  2. ἔστησαν δὲ καὶ κατενόησάν με·