Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. λέληθεν πάντα ἄνθρωπον,
  2. καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη.
  1. ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν
  2. Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
  1. ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν,
  2. αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς.
  1. αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ,
  2. εἰδὼς τὰ ἐν τῇ γῇ πάντα
  1. ἐποίησεν,
  2. ἀνέμων σταθμόν, ὕδατος μέτρα,
  1. ὅτε ἐποίησεν·
  2. οὕτως ἰδὼν ἡρίθμησεν,
  3. καὶ ὁδὸν ἐν τινάγματι φωνάς.
  1. τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτῇ,
  2. ἑτοιμάσας ἐξιχνίασεν·
  1. εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία,
  2. τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.