Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ὑπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Τίνι πρόσκεισαι ἤ τίνι μέλλεις βοηθεῖν;
  2. πότερον οὐχ ᾦ πολλὴ ἰσχὺς καὶ ᾦ βραχίων κραταιός ἐστιν;
  1. τίνι συμβεβούλενσαι; οὐχ ᾦ πᾶσα σοφία;
  2. τίνι ἐπακολουθήσεις; οὐχ ᾦ μευίστιη δύναμις;
  1. τίνι άνήγγειλας ῥήματα;
  2. πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
[*](ℵAC)[*](22 ξατεστρψαν Α | αδνατους]δυνατους]δυνατους sup ras Aa | πιστευσης C | kara] υπερ Α |εαυτου]αυτου σεαυτου C 23 μαλακισθεις+δε AC | om μη| C | υγιασθηναι]υγιαναι Α 24 om ἄε ℵ* (hab ℵc.a) C | μολοχη]χλον Α | om η ℵ* (hab ℵ1(mg)) | αυτοματος αποπεσων απο καλαμης Α 25 φαυενος] λεγων Bamg| με ψενδη Α ] θησει] θησις ℵ* (Θησι ℵc.a) | ουδεν] ουθεν ΑC XXV 1 evan in C 2 γαρ]+εστιν Α | η φοβος ο παρ αυτου] η φ. παρ αντου BabℵC ο φοβος παρ αυτω Α | αυνπασαν Α | συνπασαν Α | υψιστω]+εστιν Α 3 σε]+αντων Α 4βροτος δικαιος Α | βροτος] adnot ανος Bamg| om an C | αντον] εαντον ℵc.a AC | υεννητης Α* (τος Αατ) | γυναικος]+ουδ ανος ου καθαρος| ο λεγων τω ηλιω μη ανατελλειν και ουκ ανατελλει Α 5 η σεληνη] σεληνην δε Α ει σεληνη ℵC| επιφαυσει Α | ου καθαρα] ουκ αμεμπτα Α 6 ανθρωπος] ανον ℵ* (ανος ℵc.a) pr πας Α XXVI1 evan in C 2 ισχυς] pr η| Α | ω 20] 0 Α 3 συμβεβουλευσαι] βεβουλευσαι ℵ* συνβεβ. ℵc.a nisit fortiam anter A| πασα] pr η Α | τινι 20| pr η ℵ* Α | πασα] pr η Α | τινι 20] pr η ℵc.c AC | επακολουθεις Α | μεγιστη] pr η Α)
567
  1. μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων
  2. [*](B)
  3. αὐτοῦ ;
  1. γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,
  2. καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
  1. ἐκτείνων βορέαν ἐπʼ οὐδέν,
  2. κρεμάζων γῆν ἐπὶ οὐδενός.
  1. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,
  2. καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
  1. ὁ κρατῶν πρόσωπον θρόνου,
  2. ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·
  1. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
  2. μέχρι συντελείας φωτὸς μετὰ σκότους.
  1. στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως
  2. αὐτοῦ.
  1. ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
  2. ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.
  1. κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν·
  2. προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
  1. ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,
  2. καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·
  3. σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;