Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ὑπολαβὼν δὲ Βαλσὰς ὁ Σαυχίτης λέγει
  1. Τί γὰρ προοίμιον ἥ φόβος ὁ παρʼ αὐτοῦ,
  2. ὁ ποιῶν τὴν σύμπασον ἐν ύψίστῳ;
  1. μὴ γάρ τισ ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς;
  2. ἔπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἕναντι Κυρίου;
  1. πῶς υὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου;
  2. ἢ τίς ἂν ἀποκαθαρίσαι αὺτὸν γεννητὸς γυναικός;
  1. ἦ σελήνῃ συντάσσει, καὶ οὐκ έπιφαύσκει·
  2. ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
  1. ἔα δέ, ἄνθρωπος σαπρία καὶ υίὸς ἀνθρώπου ακώληξ.