Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅτι τὸ θέλημα αὐτοῦ ἐν ἴοκῳ αὐτοῦ μετʼ αὐτοῦ,
  2. καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
  1. πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ
  2. ἐπιστήμην ;
  3. αὐτὸς δὲ φόνους διακρινεῖ.
  1. οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ,
  2. ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν,
[*](11 ως] ωσπερ ΑC | προσπαιζουσιν] προσπεζει αυτοις A 12 αναλα- U+05D0ΑC τες] + αυ U+05D0* (improb αυ U+05D0¹) αναλαμβανοντα A ευφραινονται] ευφρανθη- ται U+05D0* (ευφραιν. U+05D0c.a) 13 om δε 1⁰ A 14 δε] + ο ασεβης A | ριω] pr τω U+05D0A | οδους σου ειδεναι] ειδεναι οδ. σου U+05D0 τας οδ. σου ειδ. A δουλευσωμεν C | om καΙ τις...αυτω (2⁰) C | ωφελεια BᵃᵇA | απαντησωμεν 16 ουτων ην A | ουκ εφορα] ου καθαρα A 17 λυχνος ασεβων U+05D0 εσθησεται] pr ου U+05D0* (improb et postea ras U+05D0?) | ωδινες...αυτους] και ωδ. τοις εξ. A ωδ. δε αυτους εξ. C 18 υπο] απο Bᵃᵇ προ AC | om η U+05D0* b U+05D0c.a) | υφιλατο U+05D0AC 19 εκλειποι AC | υιοις A 20 δοι- ν] ιδοιεν δε A | εαυτου] αυτου C | απο δε] και υπο A 21 αυτου 3⁰] τον A 22 ο κυριος] om ο U+05D0 | φονους] σοφους AC 23 αποθα- ται] απεθανεν U+05D0 | απλοσυνης] αφροσυνης U+05D0c.cAC)
560
[*](B)
  1. τὸ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος,
  2. μυελὸς δὲ αὐτοῦ διαχεῖται·
  1. ὁ δὲ τελευτῷ ὑπὸ πικρίας ψυχῆς. οὐφαγὼν οὐδὲν ἀγαθόν·
  1. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται,
  2. σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
  1. ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι,
  1. ὥστε ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος;
  2. καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
  1. ἐραωτήσατε παραπορευομένους ὁδόν,
  2. καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
  1. ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός.
  2. εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
  1. τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ;
  2. καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
  1. καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη,
  2. καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
  1. ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου.
  2. καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται,
  3. καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
  1. πῶς δὲ παρακαλεῖτέ με κενά;
  2. τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.