Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῾Υπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων,
  2. ἴνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις.
  1. ἄρατέ με, ἐγὼ δὲ λαλήσω,
  2. κἶτ᾿ οὐ καταγελάσετέ μου.
  1. τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις
  2. ἤ διὰ τί οὐ θυμωθήσομαι
  1. εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε,
  2. χεῖρα θέντες ἐπὶ σιαγόνι.
  1. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα,
  2. ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
  1. διὰ τί ἀσεβεῖς ζῶσιν,
  2. πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
  1. ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν,
  2. τὸ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
  1. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ,
  2. μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν αὐτοῖς.
  1. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν.
  2. διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.
[*](U+05D0AC)[*](26 κατεδεται] + δε AC | ακαυστον BU+05D0c.aC] ακουστον U+05D0* ασβεστον U+05D0c.a? ᵐᵍ (postea improb) A | κακωσαι δε] και κακωσαι A 27 om δε 1⁰ A | ανομιας] νομας U+05D0* (αν. U+05D0c.a) | om δε 2⁰ U+05D0* (hab U+05D0c.a) 28 ελκυσαι] εκλυσαι U+05D0 | απωλεια BᵃᵇC | ημερα] και ημεραι A 29 αυτω] αυτου AC XXI 1 evan in C 2 ακουσατε 1⁰] + μου A | η 1⁰] ειη A | αυτη παρ υμων A | η παρα- κλησις (-σεις A)] om η AC 3 αρατε] βαστασατε A | ειτ ου καταγελασετε (-γελασατε U+05D0) μου] ειτα μη μου καταγελαται A 4 μη] μοι C | ανθρωπου] pr εξ A | μου η ελεγξις] η ελ. μου A om μου C | η 2⁰] και A 5 εισ- βλεψαντες] εμβλεψ. A | θαυμασετε] θαυμασατε U+05D0* A θαυμα σχητε U+05D0c.a | σια- γονι] στομα A 7 δια τι] + δε A | om εν A 8 om δε U+05D0* (hab U+05D0c.a ) | οφθαλμοις] + ουτων A 9 οι οικοι ουτων ευθηνουσι sup ras C?| μαστιγξ U+05D0 |αυ- τοις] επ αυτοις Bᵃᵇ A επ αυτους U+05D0 10 εν] pr? η A om εχουσα U+05D0* (hab U+05D0c.a))
559
  1. μένουσιν δὲ ὡς πρόβατα αἰώνια,
  2. [*](Β)
  3. τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν·
  1. ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν
  2. καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
  1. συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν,
  2. ἐν δὲ ἀναπαύσει ᾂδου ἐκοιμήθησαν.
  1. λέγει δὲ Κυρίῳ Ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ
  2. βούλομαι·
  1. τἰ ἱκανὸς ὅτι δουλεύσομεν αὐτῷ;
  2. καὶ τίς ὠφελία ὅτι ἀπαντήσομεν αὐτῷ;
  1. ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά,
  2. ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
  1. οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται,
  2. ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή,
  3. ὠδίνες δὲ ἕξουσιν αὐτοὺς ἀπὸ ὀργῆς.
  1. ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου,
  2. ἤ ὥσπερ κονιορτὸς ὅν ὑφείλατο λαῖλαψ.
  1. ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ·
  2. ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
  1. ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν,
  2. ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·