Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ·
  2. ὅταν δοκῆ ἤδη εἰρηνεύειν.
  3. ἤξει αὐτοῦ ἡ καταστροφή.
  1. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους·
  2. ἐντέταλται γἃρ ἤδη εἰς χεῖρας σιδήρου.
  1. κατατέτακται δὲ εἰς σῖτα γυψίν·
  2. οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα.
  3. [*](10 βαρυτερος] πρεσβυτερος A* (βαρ. Aa) 11 ημαρτησας C | υπερβαλ. U+05D0ΑC τως] υπερβαλλον ουτως C 12 τι ετολμησεν] τι οτι ετολμ. A τετολμησεν τι 2⁰] + σοι A 13 δε εκ σ sup ras Bᵃᵇ 14 om οτι A 15 αγιων] ιυτου U+05D0c.a | ου 1⁰] ο C | πιστευει] + μεμψις A | ουρανος] pr ο A | αυτου] ιστρα δε ουκ αμεμπτα A 16 ανηρ 0 praec coniung C | ἀδικιαν A αναγγελω 1⁰] αναγγελλω U+05D0A | δε] ουν A | ακουε μου] συ δε μου ακουε εορακα AC | αναγγελω 2⁰] αναγγελλω A 18 ερουσιν] ανηγγειλαν ουκ] pr και U+05D0AC | πατερας] πρες AC 19 αυτοις] αυτοις δε U+05D0c.a stea ras δε) αυτος δε Cedit 20 ασεβων A 21 ειρηνευεσθαι A | ηξει] τοτε A | η καταστρ. αυτου A 22 αποστροφηναι U+05D0* (-στραφ. U+05D0c.a) | εταλται] εντετακται A | σιδηρου] + καταπιπτι δε εις εξαληφιν A (sign inx A? ᵐᵍ) 23 κατατετακται δε] και κατατετ. A κατατετ. γαρ C | δε γαρ U+05D0 | πτωμα] πτωσιν U+05D0)
    548
    [*](B)
  4. ἡμέρα δὲ αὐτὸν σκοτινὴ στροβήσει,
  1. ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει
  2. ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·
  1. ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου,
  2. ἔναντι δέ Κυρίου Παντοκράτορος ἐτραχηλίασεν,
  1. ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει,
  2. ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ·
  1. ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ,
  2. καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.
  1. αὐλισθείη δὲ πόλεις ἐρήμους.
  2. εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους·
  3. ἄ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
  1. οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα·
  2. οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,
  1. οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος·
  2. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος,
  3. ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
  1. μὴ πιστευέτω ὅτι ὑπομενεῖ,
  2. κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
  1. ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται,
  2. καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
  1. τρυγηθείη) δὲ ὡς ὄμφαξ πρὸ ὥρας.
  2. ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
  1. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος,
  2. πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
  1. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,