Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
  1. Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος,
  2. καὶ ἐνέπλησεν πόνον γαστρός,
  1. ἐλέγχων ἐν ῥήμασιν οἷς
  2. οὐ δεῖ
  3. ἐν λόγοις οἷς οὐδεν ὄφελος;
  1. οὐ καὶ σὺ ἀπεποιήσω φόβον,
  2. συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
  1. ἔνοχος εἶ ῥήμασιν στόματός σου,
  2. οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
  1. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,
  2. τὰ δέ χείλη σου καταμαρτυρήσουσίν σου.
  1. τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης;
  2. ἤ πρὸ θινῶν ἐπάγης
  1. ἤ σύνταγμα Κυρίου ἀκήκοας
  2. εἰς δὲ σὲ ἀφίκετο σοφία;
  1. τί γὰρ οἶδας ὅ οὐκ οἴδαμεν;
  2. ἤ τί συνίεις ὅ οὐ καὶ ἡμεῖς;
  1. καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν,
  2. [*](U+05D0AC)[*](19 ελεανεν A | της γης sup ras Bᵃ 20 εις] ει C | επεστησας] pr και A | προσωπον] + σου A | εξαπεστειλας] εξαπεσταλη A 21 δε 2⁰] τε A | επιστανται U+05D0* (-σταται U+05D0c.a) απισταται C 22 αυτου 2⁰] +επ αυτω A ΧV 1 evan in C | Ελιφαζ U+05D0A | Θαιμανιτης U+05D0 Θεμανιτις A 2 ποτερον] τινα αρα A | συνεως C | πνευματος] πνς B* πνευματος A πνα BbU+05D0*C (πνατος U+05D0c.a) | και ενεπλησεν] εμπλησει δε A 3 ελεγχων] +με A | οις ου δει] κενοις A 4 ου] οτι A | om και U+05D0c.a (postea restit) | συ] σοι BAC | του κυριου] om του AC 5 ουδε] ουδεν U+05D0 και ου A ου C | δια. εκρινας U+05D0* (διεκρ. U+05D0c.a) | ρηματα B*U+05D0c.aA] A] ρημα BᵃᵇU+05D0* 6 ελεγξῃ A | καταμαρτυρησουσιν] καταμαρτυρησε A -σει A¹fort -σαισαν (C 7 ανθρω πων] ανος A | εγεννηθης AC 8 εις δε] η εις A 9 συνιεις] +συ Bab συ νοησεις A | ου] ουχι BᵃᵇU+05D0c.a⁽ᵛiᵈ)c.c AC (-χει))
    547
  3. βαρύτερος τοῦ πατρός σου ἡμέραις.
[*](B)
  1. ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι,
  2. μεγάλως ὑπερβαλλόντως λελάληκας.
  1. τί ἐτόλμησεν ἡ καρδία σου
  2. ἤ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,
  1. ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου,
  2. ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
  1. τίς γὰρ ὤν βροτός, ὅτι ἔσται ἄμεμπτος,
  2. ἤ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
  1. εἰ κατὰ ἁγίων οὐ πιστεύει,
  2. οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
  1. ἴα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος,
  2. ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
  1. ἀναγγελῶ δέ σοι, ἄκουέ μου.
  2. ἂ δὴ ἑώρακα ἀναγγελῶ σοι.
  1. ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
  1. αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ,
  2. καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς.
  1. πᾶς ὁ βἰος ἀσεβοῦς ἐν φροντίδι,
  2. ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,