Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τίς δῴη σε ἀδελφιδόν μου, θηλάζοντα μαστοὺς μητρός μους
  2. εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
  1. παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου
  2. καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με·
  3. ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
  1. εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλὴν μου.
  2. ἀπὸ νάματος ῥοῶν σου.
  3. καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂυ θελήσῃ.
  1. Tίς αὕτη ἡ ἀναβαίνουσα λελευκαθισμένη.
  2. ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;
  3. Ὑπὸ μῆλον ἐξήγειρά σε·
  4. ἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου,
  5. ἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου.
  1. θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου,
  2. [*](9 χειλεσιν] pr εν A 12 ειδωμεν U+05D0 13 μανδραγορες A | οσμην] + U+05D0A τπων U+05D0 | ημων] υμων A V III 1 αδελφιδε A | εξουδενησουσιν A | μοι] με a(vid)c.a A 2 εις 2⁰] pr εισαξω σε U+05D0ᵃn mg | ταμειον (μιον U+05D0)] ταμιον A | υ| μου BᵃᵇA 3 η δεξια] om η A 4 εαν] τι U+05D0A | εξεγειρητε]| pr Bᵃᵇ pr τι U+05D0 c.aA 5 τις] pr αι θυγατερες και αι βασιλισσαι και οι του μφιου ειπαν | λελευκανθισμενη U+05D0Α | υπο] pr ο νυμφιος ταδε προς την μφην U+05D0 pr ο νυμφιος A | σου 2⁰] σε BᵇU+05D0c.a)
    518
    [*](B)
  3. ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου·
  4. ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη,
  5. σκληρὸς ὡς ᾂδης ζῆλος·
  6. περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
  1. ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴυ ἀγάπην,
  2. καὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν.
  3. ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῆ ἀγάπῃ,
  4. ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
  1. Ἀδελφὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει.
  2. τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν
  3. ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
  1. εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς·
  2. καὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην.
  1. Ἐγὼ τεῖχος, καὶ μαστοί μου πύργοι·
  2. ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
  1. ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών·
  2. ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,
  3. ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
  1. ἀμπελών μου ἐμὸς ἐνώπιόν μου·
  2. οἱ χίλιοι Σαλωμών, καὶ οἱ διακόσιοι
  3. τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
  1. Ὁ καθήμενος ἐν κήποις,
  2. ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με.
  1. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι
  2. ἡ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.