Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ
  2. καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
  3. (¹)Εἰοῆλθον εἰς κῆπον, ἀδελφή μου νύμφη·
  4. ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
  5. ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,
  6. ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.
  7. φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί
  1. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ
  2. [*](U+05D0A)[*](9 μια] ενι U+05D0c.a | τραχηλου U+05D0A 10 σου 1⁰] +αδελφη μου (νου U+05D0* μου U+05D01) νυμφη| οτι εκαλλιωθησαν (-ωθη U+05D0) μαστοι σου Bᵇ⁽ᵛⁱᵈ)U+05D0A | ιματιων] μυρων U+05D0 | αρωματα] pr τα U+05D0A 13 αποστολη U+05D0c.a (-λαι U+05D0*c.a) | παραδεισος] +ροων U+05D0c.a A* (ras ρ. A?) 14 καλαμον U+05D0* (-μος U+05D0c.a) | κιναμμωμον U+05D0* (κινναμωμος U+05D0c.a) | Λιβανου] Λαβανου U+05D0*ᵛⁱᵈ | ζμυρνα U+05D0 | αλωθ] αλοη U+05D0 pr και U+05D0c.a | πρωτων] των A* (πρωτ. Aᵃ) 15 κηπου] κηπων U+05D0A | om και 1⁰ U+05D0A 16 εξεγερθητι] pr η νυμφη Aᵃ?ᵐᵍ | om και 2⁰ A V 1 καταβητω] pr η νυμφη αιτειται τον πρα ινα| καταβη ο νυμφιος αυτου U+05D0 | αυτου 1⁰] μου A | εισηλθον] pr ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | κηπον 2⁰] + μου U+05D0c.aA | σμυρναν] σταφυλην U+05D0 | φαγετε] pr τοις πλησιον ο νυμφιος U+05D0 | πλησιοι] οι πλησιον μου U+05D0c.a οι πλησιον A)
    513
  3. φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν
  4. [*](Β)
  5. Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου.
  6. περιστερά μου, τελεία μου,
  7. ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου
  8. καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
  1. ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
  2. ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
  1. ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς.
  2. καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν.
  1. ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου.
  2. χεῖρές μου ἔσταξαν σμύρναν,
  3. δάκτυλοί μου σμύρναν πλήρη
  4. ἐπὶ χεῖρας τοῦ κλείθρου.
  1. ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου,
  2. ἀδελφιδός μου παρῆλθεν·
  3. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ·
  4. ἐζήτησα αὐτὸν καὶ οὐχ εὖρον αὐτόν,
  5. ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
  1. εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει.
  2. ἐπάταξάν με, ἐτραυμάτισάν με·
  3. ἦραν τὸ θέριστρόν μου ἀπʼ ἐμοῦ φύλακες τῶν τειχέων
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
  4. ὅτι τετρωμένη ἀγάπης ἐγώ.
  1. Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιείν,
  2. τἰ ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
  1. Ἀδελφιδός μου λευκὸς καὶ πυρρός,
  2. [*](2 φωνη] pr η νυμφη εσθετε τον νυμφιον| κρουοντα επι την θυραν U+05D0 | ανοιξον] U+05D0A η νυμφη ταδε U+05D0* (unc incl et pr ο νυμφιος U+05D0¹) | οι βοστρυχοι (βοστριχοι U+05D0)] a οι U+05D0* (hab οι U+05D0c.a) | ψεχαδων U+05D0 3 εξεδυσαμην] pr η νυμφη ταδε U+05D0 pr νυμφη A 5 ανοιξοι εγω U+05D0 | χειρες] pr αι A? ᵐᵍ | επι χ. τ. κλ. c seqq niung BU+05D0 6 παρηλθεν] ε ex θ corr U+05D0? | ψυχη] pr η A | εξηλθεν] ηλθεν U+05D0 | ουχ υπηκουσεν] ουκ επηκουσεν A 7 om μου U+05D0 8 αδελφιδον] ελφον U+05D0* (-φιδον U+05D0c.a) | τι απαγγειλητε] απαγγειλατε U+05D0 | τετρωμενη αγαπης] απης τετρωμενης U+05D0* (-νη U+05D0c.a) | εγω] ειμι Ba et(sup ras) b pr ειμι U+05D0A 9 τι ] pr αι θυγατερες Ιηλμʼ και οι φυ|λακες πυν των τιχεων| πυνθανονται της μφης U+05D0 | σου 1⁰] μου U+05D0* (σου U+05D0c.a) | αδελφιδου 1⁰] + μου U+05D0* (om μου U+05D0c.a) αδελφιδος] pr η νυμφη σημαινι τον α|δελφιδον οποιος εστιν U+05D0)
    514
    [*](B)
  3. ἐκλελοχισμένος ἀπὸ μυριάδων.
  1. κεφαλὴ αὐτοῦ χρυσίον καὶ φάζ,
  2. βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.
  1. Ζφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων
  2. λελουσμέναι ἐν γάλακτι,
  3. καθήμεναι ἐπὶ πληρώματα.
  1. σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά,
  2. χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη.
  1. χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληραομέναι Θαρσείς.
  2. κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.
  1. κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι
  2. τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς·
  3. εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι.
  1. φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία.
  2. οὗτος ἀδελφιδός μου
  3. καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ.
  1. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίνς;
  2. ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σους;
  3. καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ.