Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐγὼ ἄνθος τοῦ πεδίου,
  2. κρίνον τῶν κοιλάδων.
  1. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,
  2. οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
  1. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
  2. οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
  3. ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
  4. καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
  1. εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
  2. τάξατε ἐπʼ ἐμέ ἀγάπην.
  1. στηρίσατέ με ἐν μύροις,
  2. στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
  1. εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,
  2. καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν δυνάμεσιν καὶ ἐν ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.
  1. Φωνὴ ἀδελφιδοῦ μου·
  2. ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,
  3. διαλλόμενος ἐπὶ τοὺς βουνούς.
  1. ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι
  2. ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.
  3. ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν,
  4. παρακύπτων διὰ τῶν θυρίδων
  5. ἐκκύπτων διὰ τῶν δικτύων.
  1. ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι
  2. Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
[*](U+05D0AC)[*](II 1 εγω] pr ο νυμφιος προς εαυτον U+05D0 2 ως κρινον] pr και προς νυμφην U+05D0 3 ως μηλον] pr η νυμφη προς τον νυμφιον U+05D0 4 εισαγαγ pr ταις νεανισιν η νυμφη φησιν U+05D0 5 om με 2⁰ A | μημηλοις (sic 6 ευωνυμος] pr προς τον νυμφιον η νυμφη U+05D0 | περιληψεται C 7 ωρκ pr ταις νεανισιν η νυμφη U+05D0 | δυναμεσιν] pr ταις U+05D0ACᵛⁱᵈ | ισχυσεσιν] pr U+05D0ACᵛⁱᵈ | ου] αν U+05D0 8 φωνη] pr ακηκοεν του νυμφιου· η νυμφ 9 ελαβων A | τα ορη] om τα U+05D0 | ιδου] pr η νυμφη προς τας νεανιδας| μαινουσα αυταις· τον νυμφιον U+05D0 | οπισω] pr εστηκεν AC | ημων] +εστηκε 10 om μοι U+05D0 | αναστα] pr ο νυμφιος A | η πλησιον] om η U+05D0)
509
  1. ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν,
  2. [*](B)
  3. ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ·
  1. τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,
  2. καιρὸς τῆς τομῆς ἔφθακεν,
  3. φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·
  1. ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
  2. αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
  3. ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
  4. καὶ ἐλθέ,
  1. σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
  2. ἐχόμενα τοῦ προτειχίσματος
  3. δεῖξόν μοι τὴν ὄψιν σου,
  4. καὶ ἀκούτισόν με τὴν φωνήν σου,
  5. ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
  1. πιάσατε ἡμῖν ἀλώπεκας
  2. μικροὺς ἀφανίζοντας ἀμπελῶνας·
  3. καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.
  1. βελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ·
  2. ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,
  1. ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
  2. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ,
  3. τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων
  4. ἐπὶ ὄρη κοιλωμάτων.