Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,
  2. καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
  1. aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα.
  2. μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
[*](9 ευρισκουσιν U+05D0 10 παιδιαν A | δεδοκιμασμενον] + αντερεισθαι δε U+05D0A αισθησει χρυσιου καθαρου Bᵇ⁽vid)mg inf ανταναιρεισθαι εσθησιν χρυσιου και ργυριου A 12 κρεισσων... πολυτελων unc incl Bᵃ om U+05D0A (hab B*c) 13 αδικιαν] αδικ sup ras Bc vid | υπερηφανιαν υβριν τε και αδικιαν U+05D0* (αδ.υβριν τε και υπ. U+05D0c.a) 14 ασφαλια U+05D0Α 15 γραφουσιν] γαρ αφουσιν A 17 φιλουντας] ζητουντας U+05D0* (φιλ. U+05D0¹) | ευρησουσιν] χαριν U+05D0c.aA 18 κτη- σεις A 19 τιμιον] + πολυν A | κρεισσω] κρισσων U+05D0 κρισσον A 20 τρι- βων] οδων U+05D0* (τριβ. U+05D0c.a ᵐᵍ) | δικαιωματος] κ δικοσυνης U+05D0c.a mg δικαιοσυνς· A 21 θυσαυρους B)
432
[*](B)
  1. Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
  1. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,
  1. πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
  2. πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
  1. πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
  2. πρὸ δέ πάντων βουνῶν γεννᾶ με.
  1. Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
  2. καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
  1. ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,
  2. καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·
  1. καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
  2. καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,
  1. καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
  1. ἤμην παρʼ αὐτῷ ἁρμόζουσα·
  2. ἐγὼ ἤμην ᾗ προσέχαιρεν.
  3. καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ
  4. καιρῷ,
  1. ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας,
  2. καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
  1. νῦν οὗν, υἱέ, ἄκουέ μου.
  1. μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,
  2. καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
  3. ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,
  4. τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
  1. αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
  2. καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
  1. οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.
  2. καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.