Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
  2. χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
  1. καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,
  2. καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
  1. ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,
  2. καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
  1. Υἱέ, φύλασσε νόμους πατρός σου,
  2. καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
  1. ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,
  2. καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
  1. ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·
  2. ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,
  3. ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
  1. ὅτι λύχνος ἐντολὴ νόμου.
  2. καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,
[*](11 a ηξει] pr ω U+05D0* (om ω U+05D0¹ ras U+05D0?) + σοι A | σου] σοι U+05D0 | δρομευς] ανηρ U+05D0A A | απαυτομολησει] απαυτομολογησει U+05D0* (om ογ U+05D0¹ (vid)) αυτομολησει A 13 εννευμασι U+05D0 | δακτυλων sup ras Aᵃ? 14 διεστραμμενη] + δε U+05D0A τεκταινεται] κατασκευαζει Bᵃ? ᵐᵍ | εν παντι καιρω c seqq coniung A 15 δια] | + δε BᵃᵇU+05D0c.aA | απωλια U+05D0 | διακοπη] + δε 16 θεος] κς U+05D0A | συντρι- βεται B (συντρειβ.) U+05D0c.aA] συντριβη U+05D0* | δι] δια A 17 δικαιου] δικαιον U+05D0c.aA 18 επιδπευδοντες A*vid (επισπ. Aᵃ?) 19 κρισις BU+05D0A | αδελφοθ U+05D0* (-φων U+05D0¹) 20 φυλασσε υιε A 21 αηφασψαι U+05D0* (αφαψ. U+05D0¹) | αυτους BU+05D0c.aA] αυτας U+05D0* | εγκλοιωσαι BᵃᵇA (-σε) | επι 2⁰] περι U+05D0c.aA 22 αν 1⁰] εαν U+05D0 | συλλαλη] συνλαλη U+05D0 συλλαλησω A 23 και φως c praec coniung A | οδος] pr και U+05D0c.aA | om και 2⁰ BcU+05D0A | παιδια U+05D0A)
428
[*](B)
  1. τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
  2. καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
  1. μή σε νικήσῃ κάλλους ἐπιθυμία,
  2. μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,
  3. μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
  1. τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
  2. γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
  1. ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;
  1. ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ
  2. κατακαύσει
  1. οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·
  2. οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
  1. οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
  2. κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
  1. ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,
  2. καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·
  1. ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ
  2. περιποιεῖται,
  1. ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·
  2. τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
  1. μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,
  2. οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·
  1. οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,
  2. οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.