Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,
  2. εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
  1. παρανομίαι ἄνδρα ἀγρεύουσιν,
  2. σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
  1. οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων,
  2. ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη
  3. καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.