Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν.
  2. νέφη δὲ ἐρρύησαν δρόσους.
  1. Υἱέ. μὴ παραρυῇς,
  2. τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν·
  1. ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
  1. aἔσται δὲ ἴασις ταῖς σαρξί σου,
  2. καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις·
  1. ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,
  2. ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
  1. ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ,
  2. ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
  1. καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν
  2. οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
  1. ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου,
  2. καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς.
  1. μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,
  2. ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.
[*](15 αντιτασσεται U+05D0c.aA | εστιν 2⁰] εστι A 17 αι τριβοι Bᵃ?c? | om εν U+05D0 U+05D0A 18 επι Κυριον] + ασφαλη Bᵃᵇ + ασφαλης U+05D0c.a A 19 φρονησει] pr εν U+05D0c.aA 20 αισθησει] +αυτου U+05D0c.a | εφη A* (νεφη A?) | δροσους] δροσω U+05D0c.a 22a σαρ- ξιν U+05D0c.a A | επιμελια U+05D0 | σοις (οις U+05D0* σοις U+05D0¹) οστεοις] οστ. σου U+05D0c.aA 24 om γαρ A 25 ου] + μη A 27 βοηθειν] ευ ποιει (sic) A)
422
[*](B)
  1. μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω,
  2. δυνατοῦ σου ὄντος εἶ ποιεῖν·
  3. οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
  1. μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά,
  2. παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
  1. μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,
  2. μή τί σε ἐργάσηται κακόν.
  1. μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη,
  2. μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
  1. ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,
  2. ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
  1. κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν,
  2. ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
  1. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται,
  2. ταπεινοῖς δὲ δίδωσιν χάριν.
  1. δόξαν σοφοὶ κληρονομήσουσιν,
  2. οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.