Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὃς κατασπαταλᾷ ἐκ παιδὸς οἰκέτης ἔσται,
  2. ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ.
  1. ἀνὴρ θυμώδης ἐγείρει νεῖκος,
  2. ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
  1. ὕβρις ἄνδρα ταπεινοῖ,
  2. τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.
  1. ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
  2. ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
  1. φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·
  2. ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται.
  3. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα,
  4. ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται.
  1. πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,
  2. παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
  1. βδέλυγμα δίκαιος ἀνὴρ ἀδίκῳ,
  2. βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
  1. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
  2. τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη.
  1. θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς,
  2. ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
  1. ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.
  1. μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εδχρηστον ταῖς χερσὶν
  2. αὐτῆς.
[*](18 υπαρξει A 19 σκληροτραχηλος U+05D0* (-ρος U+05D0¹?c.a) | om αλλ A U+05D0A 20 ταχυν] τραχυν Bᵃᵇ | αφρων] pr ο U+05D0A 22 εγειρει] ορυσσει U+05D0A 23 ερειδει U+05D0*A] εριζει B εγιρι U+05D0 c.a 24 μεριζεται] εριζεται U+05D0* συνμεριζεται U+05D0c.a | αναγγειλωσι U+05D0 25 υπεσκελισθησαν] υποσκελισθησονται A | Κυριω] κν A | ος δε πεποιθεν] ο δε πεποιθως A | δεσποτη] σωτηρι U+05D0 27 αοι- κω] pr ανδρι BᵃᵇU+05D0A 28 ανδριαν U+05D0A | om η τοιαυτη U+05D0 29 θαρρει U+05D0 | αυτη] αυτην U+05D0A 30 αγαθα] αγαθον και ου κακον A 31 ευχρη- στα A)
478
[*](B)
  1. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν·
  2. συνάγει δὲ αὕτη τὸν βίον,
  1. καὶ ἀνίσταται ἐκ νυκτῶν.
  2. καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ
  3. καὶ ἔργα ταῖς θεραπαίναις.
  1. θεωρήσασα γεώργιον ἐπρίατο,
  2. ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα.
  1. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς
  2. ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
  1. καὶ ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,
  2. καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.
  1. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
  2. τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
  1. χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,
  2. καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
  1. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ,
  2. πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδιδύσκονται.
  1. δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,
  2. ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.