Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
  2. ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
  1. ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός,
  2. ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
  1. σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος,
  2. καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
  1. ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς
  2. χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
  1. ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
  2. οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
  1. ἄπιστος ἀνὴρ κρίνει εἰκῆ,
  2. ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
  1. ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·
  2. ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
  1. ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται,
  2. ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ
  3. ἔσται.
  1. ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
  2. ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.