Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
  2. ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
  1. ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
  2. ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
  1. λόγοι κερκώπων μαλακοί,
  2. οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.
  1. ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον·
  2. §χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
[*](§C)
  1. χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρούς,
  2. ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται λόγους.
  1. ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·
  2. ἑπτὰ γὰρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
  1. ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,
  2. ἐνκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν
  3. συνεδρίοις.
  1. ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν·
  2. ὁ δὲ κυλίων λίθον ἐφʼ ἑαυτὸν κυλίει.
  1. γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
  2. στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.