Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν οἰκέτης βασιλεύσῃ,
  2. καὶ ἄφρων πλησθῇ σιτίων,
  1. καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
  2. καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
  1. τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,
  2. ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
  1. οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς,
  2. καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
  1. καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
  2. οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
  1. ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς,
  2. καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
  1. καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν,
  2. κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
  1. τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται,
  2. καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
  1. σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
  2. ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
  1. καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος,
  2. καὶ τράγος ἡγούμενος αἰπολίου,
  3. καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
  1. ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ,
  2. καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
[*](U+05D0AC)[*](54 νηος] νηως U+05D0c.a νεως C 55 φησι C 58 οικετης U+05D0c.a 59 τεσσαρα B? | δε 1⁰] + εστιν U+05D0c.a A 61 χοιρογρυλλιοι U+05D0*A] χοιρογυλιοι B χυρο- γρυλλιοι U+05D0c.a 62 εκστρατευει A 63 βασιλεως U+05D0A 64 om δε U+05D0* (hab U+05D0c.a) | πορευονται A | τεταρτον] pr το U+05D0A 65 καταπτησει A 66 εμπε- ριπατων Bᵇ 67 εν ευφροσυνη] εις ευφροσυνην U+05D0A)
467
  1. ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·
  2. [*](B)
  3. ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
  4. ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
  1. Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως
  2. χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
  1. τί, τέκνον, τηρήσεις ; τί; ῥήσεις θεοῦ·
  2. πρωτογενές, σοὶ λέγω, υἱέ·
  3. τί, τέκνον ἐμῆς κοιλίας;
  4. τί, τέκνον ἐμῶν εὐχῶν;
  1. μὴ δῷς γυναιξὶ σὸν πλοῦτον,
  2. καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
  1. μετὰ βουλῆς πάντα ποίει,
  2. μετὰ βουλῆς οἰνοπότει.
  3. οἱ δυνάσται θυμώδεις εἰσίν,
  4. οἶνον δὲ μὴ πινέτωσαν·
  1. ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας,
  2. καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
  1. δίδοτε μέθην τοῖς ἐν λύπαις,
  2. καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
  1. ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν
  2. ἔτι.
  1. ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ,
  2. καὶ κρῖνε πάντας ὑγιῶς·