Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα,
  2. καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
  1. ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς,
  2. τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
  1. aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
  2. δεχόμενος δὲ ἐδέξατο αὐτόν.
  1. bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
  2. καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ.
  1. cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη·
  2. ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται.
  1. dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
  2. σὺν νεύροις ἀνθρώπους ἀναλίσκει,
  1. eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει,
  2. καὶ συνκαίει ὥσπερ φλόξ,
  3. §ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
  1. Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι.
  2. καὶ δεξάμενος αὐτοὺς μετανόει.
  3. τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι.
  1. ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,
  2. καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί.
  1. θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
  1. τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;
  2. [*](18 υποστρεψει U+05D0* (αποστρ. U+05D0c.a) 19 κακοποιοις] κακοτητι U+05D0* (-ποιοις U+05D0AC U+05D0c.a) 20 πονηρων U+05D0A 21 μηδετερω A 22a λογον] asterisc adpinx A?ᵐᵍ 22 b βασιλει] βασιλεως A | om αυτου U+05D0A | γλωσσης] + αυτου U+05D0A | μη] pr ου U+05D0 22d συνευροις U+05D0* (συν ν. U+05D0c.a) | ανθρωπους] ανου A 22 e συνκαιει (συγκ. Bᵃ?ᵇA)] εκκαιει U+05D0 | ωστε] ως τα U+05D0* (ωστε U+05D0c.a) 24 τους] + δε A | δεξαμε- νους U+05D0* (-νος U+05D0 c.a) | ταδε] τι δε U+05D0* (ταδε U+05D0c.a) | παυσομαι U+05D0* (παυομαι U+05D0c.a) 25 ανθρωπων 1°] pr των C | ανθρωπων 2⁰] ανου AC 26 θεος] pr ο U+05D0C δεδιδαχεν] εδιδαξεν U+05D0 | αγιων] ανων A*vid)
    464
    [*](B)
  3. τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ ;
  4. τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ ;
  5. τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς,
  6. τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;
  1. πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι,
  2. ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
  1. μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς
  2. γένῃ.
  1. δύο αἰτοῦμαι παρὰ σοῦ,
  2. μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
  1. μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
  2. πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
  3. σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη·
  1. ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ
  2. ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
  1. μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου,
  2. μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
  1. ἔκγονον κακὸν πατέρα καταρᾶται,
  2. τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
  1. ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
  2. τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
  1. ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
  2. τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.