Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας,
  • μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
  • [*](26 εμας] pr ο U+05D0* (om ο U+05D0¹) 27 εστιν τετρημενος U+05D0 28 ουτως A U+05D0A 29 om δε U+05D0c.aA | αηδιαι U+05D0A | πελιοι U+05D0* (πελειοι B*vidA)] πελιδνοι Bᵇ?c? (sup ras) μελανες Bᵃᵐᵍ et superius φλυαριαι (φλοιαριαι corr) ομιλιαι ενφιλονικοι Ba | οφθαλμοι] pr οι BᵃU+05D0 30 εγχρονιζοντων Bᵃᵇ 31 εν οινοις] οινοις U+05D0 οινω A | τα ποτηρια] pr εις U+05D0A | γυμνοτερος] γυμνος U+05D0* (- νοτερος U+05D0c.a) | περου] υπεροης U+05D0* (-ρου U+05D0c.a) 32 αυτω] αυτου A 35 ορθρος] ρθος U+05D0)
    462
    [*](B)
    1. ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
    2. καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
    1. μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
    2. καὶ μετὰ συνέσεως ἀνορθοῦται·
    1. μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα
    2. ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
    1. κρείσσων σοφὸς ἰσχυροῦ,
    2. καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
    1. μετὰ κυβερνήσεως γίνεται πόλεμος,
    2. βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
    1. σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
    2. σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
    1. ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
    2. ἀπαιδεύτοις συναντᾷ θάνατος,
    1. ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις.
    2. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
    1. ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
    1. ῥῦσαι ἀγομένους εἰς θάνατον
    2. καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
    1. ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
    2. γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει·
    3. καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
    4. ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
    1. φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
    2. ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
    1. οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·
    2. ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου
    3. καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
    1. μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων,
    2. μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
    1. ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,
    2. οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
    1. ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
    2. [*](U+05D0A)[*](XXIV 4 εμπιπλανται BᵇU+05D0 εμπιπλαται A | ταμεια Bᵃᵇ (ταμια B*U+05D0) ταμιεια A 6 βοηθει U+05D0* (-θεια U+05D0c.a) 9 om δε 2⁰ A | εν|μολυνθη- σεται U+05D0 10 om εως U+05D0* (hab U+05D0c.a) | εκλειπη A 11 εκπριω Bc fortA 12 Κυριος] pr ο A 14 αισθηση U+05D0A | σοφιας A | τελευτη] τελ ευ τη ras σου ut vid U+05D01 15 ασεβην U+05D0 | νομην B 16 επτακις A | δικαιος] pr ο A)
      463
    3. ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
    [*](B)
    1. ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ,
    2. καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ.
    1. μὴ χαῖρε ἐπὶ κακοποιοῖς,
    2. μηδὲ ζήλου ἁμαρτωλούς·
    1. οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ,
    2. λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.