Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς,
  2. καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.
  1. καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
  2. εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς ψυχῆς σου.
  1. διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν,
  2. [*](U+05D0AC)[*](9 εδωκεν] δεδωκεν A 9 a δους] διδους A 12 διατηρησουσιν A 13 οκνηρος κ. λεγει U+05D0 14 a ανδρος] pr π U+05D0* (om π U+05D01) 15 καρδιας] καρδια BᵃᵇU+05D0* (pr εν U+05D0c.a) A | παιδεια Bᵃᵇ 16 εαυτου] + κακα U+05D0c.aA 17 παραβαλε U+05D0c.a A | γνως] γνοις U+05D0* (γνως U+05D0c.a) + αυτους U+05D0 | εισι C 18 om εαν U+05D0 | ευφρανουσιν] ευφραινουσιν C pr κ U+05D0c.a 19 γνωρισοι U+05D0* (γνωριση σοι U+05D0c.a) | σου 2⁰ αυτου U+05D0AC 20 om δε C | ψυχης] καρδιας AC 21 διδασκων C | αγαθην] αληθη A | υπακουειν] εῑ inst U+05D0c.c)
    459
  3. τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
[*](B)
  1. μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν,
  2. καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.
  1. ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον
  2. ψυχήν.
  1. μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει,
  2. φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
  1. μή ποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ
  1. μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον·
  2. ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃ,
  3. λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
  1. μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου.
  2. ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ
  3. βασιλεῦσι δεῖ παρεστάναι,
  4. καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.