Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πόλεις ὀχυρὰς ἐπέβη σοφὸς
  2. καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
  1. ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν,
  2. διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.
[*](U+05D0A)[*](6 διωκει] + και ερχεται U+05D0c.aA 8 αποστελει A 9 κρεισσον] κρισσων A | επι] εν U+05D0* (επι U+05D0c.a) | η εν] η ε sup ras Aa| οικω] κοινω U+05D0* (οικ. U+05D0c.a) | κοινω] +μετα γυναικος μαχημης (? -χιμης) Bc 11 κακος] ακακος BᵃᵇU+05D0A 13 ωτα] +αυτου A | υπακουσοι A | εισακουων] επακουων U+05D0 15 δικαιω (-ων U+05D0c.a) | ποιειν U+05D0A 17 φιλον U+05D0* (-λων U+05D0c.a) | ελαιον] ελεον A 19 κρεισσων B (κρισ- σον U+05D0A) | μαχιμου κ. γλωσσωδους U+05D0A | οργιλους U+05D0* (-λου U+05D0?) 22 πολις A)
457
  1. θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται,
  2. [*](B)
  3. ὃς δὲ μνησικακεῖ παράνομος.
  1. ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν,
  2. οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
  1. ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς,
  2. ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.
  1. θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,
  2. καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
  1. μάρτυς ψευδὴς ἀπολεῖται,
  2. ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.
  1. ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ,
  2. ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
  1. οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρία,
  2. οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.
  1. ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου,
  2. παρὰ δὲ Κυρίου ἡ βοήθεια.