Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ·
  • οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν.
    1. πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος,
    2. κατευθύνει δὲ καρδίας Κύριος.
    1. ποιεῖν δίκαια καὶ ἀληθεύειν
    2. ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
    1. μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος·
    2. λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
    [*](13 om και 3⁰ U+05D0 14 συμποδισθησεται BᵇU+05D0A 16 διανοιξον] + δε U+05D0A U+05D0 A | αρτων] αυτων U+05D0* (αρτ. U+05D0c.a) 18 τα διαβηματα] om τα A | δε] ε inst U+05D0? 19 αγιασαι] prius απαται U+05D0* 21 ος] pr η λυχνος A | ερευνα BᵃᵇU+05D0A | ταμεια Bᵃᵇ (ταμια BU+05D0*)] ταμιεια A 24 ταμεια Bᵃ(vid)ᵇ (ταμια B*U+05D0)] ταμιεια A pr τα U+05D0* (om τα U+05D0c.a) XXI 1 εαν] δ αν U+05D0A | νευση U+05D0c.aA | om εκει A 4 αμαρτιαι U+05D0c.aA)
    456
    [*](B)
    1. ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ
    2. μάταια διώκει ἐπὶ παγίδας θανάτου.
    1. ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται,
    2. οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
    1. πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός,
    2. ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
    1. κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου
    2. ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
    1. ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπʼ οὐδενὸς τῶν ἀνθρώπων.
    1. ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ κακός,
    2. συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
    1. συνίει δίκαιος καρδίας ἀσεβῶν
    2. καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
    1. ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς,
    2. καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων.
    1. δόσις λάθριος ἀνατρέπει ὀργάς,
    2. δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
    1. εὐφροσύνη δικαίων ποιεῖ κρίμα,
    2. ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
    1. ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης
    2. ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
    1. ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην,
    2. φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
    1. περικάθαρμα δὲ δικαίου ἄνομος.
    1. κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ
    2. ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου.
    1. θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ,
    2. ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
    1. ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.