Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πλοῦτος προστίθησιν φίλους πολλούς,
  • ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
    1. μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
    2. ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
    1. πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,
    2. πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
    1. πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται·
    2. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,
    3. ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν.
    4. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν,
    5. ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται.
    1. ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν,
    2. ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά.
    1. μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
    2. ͎܎ҏďĎ̠εἰμι ἢ δράκων,
    3. ὅτι κατέταξας ἐπʼ ἐμέ φυλ
    1. οὐ συμφέρει ἄφρονι τρυφή,
    2. καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.
    1. ἐλεήμων ἀνὴρ μακροθυμεῖ,
    2. τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
    [*](U+05D0AC)[*](20 καρπων 1⁰] καρπου AC | πιμπλησει A πιμπλησι C | εμπλησθησεται] πλησθησεται 21 θανατος και ζωη] θανατος ζωης A 22 δε] τε Cvid (ε tan- tum superest) | θεου] κυ U+05D0 c.aA 22 a τα αγαθα] om τα C 23 λοιμαινεται B (λυμ. BᵃᵇU+05D0A[? C]) X IX 1—6 πλουτος...ατιμωρητος] plurima perier in C 1 προστιθησι U+05D0 προστιθησει A 2 δε] δ U+05D0C 3 πολλοι] + δε U+05D0* (om U+05D0c.a) | θεραπευουσι C | ο κακος] om ο BᵇU+05D0c.aA | ονειδος] αδικος A 4 μισει] ποιει U+05D0* (μισ. U+05D0c.a) | ιδοσιν A | ο] +μεν C | om πολλα C | τελεσιουρει A (-ργει Aᵃ?) | σωθησεται] σωζεται C 6 απολειται] απολιπεται U+05D0* (απολιται U+05D0c.a))
    453
    1. βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος,
    2. [*](B)
    3. ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
    1. αἰσχύνη πατρὶ υἱὸς ἄφρων·
    2. οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
    1. οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,
    2. παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
    1. δειλία κατέχει ἀνδρογύναιον,
    2. ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
    1. ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
    2. ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
    1. δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν,
    2. κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.
    1. παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,
    2. εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
    1. κακόφρων ἀνὴρ ζημιωθήσεται·
    2. ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
    1. Ἄκουε, υἱέ, παιδείαν πατρός σου,
    2. ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου.
    1. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
    2. ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
    1. καρπὸς ἀνδρὶ ἐλεημοσύνη,
    2. κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής.
    1. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί.
    2. ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται
    3. γνῶσις.