Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.
  2. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
  1. καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
  2. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
  3. υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
  1. καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ,
  2. ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
  1. λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
  2. ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
  1. πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ,
  2. οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς.
  1. ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων,
  2. καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
  1. ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
  2. οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
  1. ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων,
  2. μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
  1. ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται,
  2. ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.