Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,
  • ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,
  • λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
    1. γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
    2. στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.
    1. ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου·
    2. σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.
    1. ἴασις γλώσσης δένδρον ζωῆς,
    2. ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
    1. ἄφρων μυκτηρίζει παιδίαν πατρός,
    2. ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.
    1. ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,
    2. οἱ δὲ ἀσεβεῖς ὁλόριζοι ἐκ γῆς ἀπολοῦνται·
    3. οἴκοις δικαίων ἰσχὺς πολλή,
    4. καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
    1. χείλη σοφῶν δέδεται αἰσθήσει,
    2. καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
    [*](U+05D0A)[*](29 ολιγοσχος U+05D0* (ολιγοψυχος U+05D01) | ισχυρως BabU+05D0c.aA 31 ελεα] ελεει Bab 33 ανδρος] αναπαυσεται U+05D0c.a 34 ελασσονουσι (sic) BU+05D0A XV 1 om δε 2⁰ U+05D0 2 αναγγελλει Avid 4 πνευματος] πιοτητος U+05D0* των καρπων αυτης U+05D0c.a 5 παιδειαν Bᵃᵇ 6 απολουνται 1⁰] ολουνται U+05D0c.aA | om οικοις... απολουνται (2°) U+05D0* (hab U+05D0c.a) 7 χειλη] + δ U+05D0* (om δ U+05D01))
    445
    1. θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,
    2. [*](B)
    3. εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
    1. βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς,
    2. διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
    1. παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,
    2. οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
    1. ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,
    2. πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
    1. οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
    2. μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
    1. καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
    2. ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
    1. καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
    2. στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
    1. πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
    2. οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
    1. κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου
    2. ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
    1. κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν
    2. ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
    1. ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
    2. μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·
    1. μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
    2. ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
    1. ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
    2. αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.